Jeremiah 6

1Ἐνισχύσατε, υἱοὶ Βενιαμιν, ἐκ μέσου τῆς Ιερουσαλημ καὶ ἐν Θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμα ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται, 2καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου, θύγατερ Σιων. 3εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ. 4παρασκευάσασθε ἐπ' αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας. 5ἀνάστητε καὶ ἀναβῶμεν ἐν τῇ νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς. 6ὅτι τάδε λέγει κύριος Ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ιερουσαλημ δύναμιν· πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ. 7ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός. πόνῳ καὶ μάστιγι 8παιδευθήσῃ, Ιερουσαλημ, μὴ ἀποστῇ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικηθήσεται. 9ὅτι τάδε λέγει κύριος καλαμᾶσθε Καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ισραηλ, ἐπιστρέψατε ὡς τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ. 10πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι. 11καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλλημφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν· 12καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει κύριος. 13ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ. 14καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες εἰρήνη· εἰρήνη; καὶ ποῦ ἐστιν Εἰρήνη 15κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ' ὧς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται, εἶπεν κύριος. 16τάδε λέγει κύριος Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε, ποία ἐστὶν ὁδὸς ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν Οὐ πορευσόμεθα. 17κατέστακα ἐφ' ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν Οὐκ ἀκουσόμεθα. 18διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. 19ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν· ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο. 20ἵνα τί μοι. λίβανον ἐκ Σαβα φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὔκ εἰσιν δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι 21διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ πλησίον αὐτοῦ ἀπολοῦνται. 22τάδε λέγει κύριος Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐξεγερθήσεται ἀπ' ἐσχάτου τῆς γῆς· 23τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει, φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφ' ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σιων. 24ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλῖψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης. 25μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν. 26θύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασαι ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ' ὑμᾶς. 27δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν· 28πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν. 29ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη. 30ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος.
Copyright information for LXX